Job - Chapter 23 | Greek Old Testament (Septuagint)

  • 1. Ὑπολαβὼν δὲ Ιωβ λέγει
  • 2. Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾿ ἐμῷ στεναγμῷ.
  • 3. τίς δ᾿ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος;
  • 4. εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων·
  • 5. γνῴην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ.
  • 6. καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται·
  • 7. ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾿ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου.
  • 8. εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ᾿ ἐσχάτοις τί οἶδα;
  • 9. ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψομαι.
  • 10. οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον.
  • 11. ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω.
  • 12. ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ.
  • 13. εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν.
  • 14. (OMITTED TEXT)
  • 15. διὰ τοῦτο ἐπ᾿ αὐτῷ ἐσπούδακα· νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.
  • 16. κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με.
  • 17. οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος.
أعلى