Job - Chapter 28 | Greek Old Testament (Septuagint)

  • 1. ἔστιν γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται.
  • 2. σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.
  • 3. τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται· λίθος σκοτία καὶ σκιὰ θανάτου,
  • 4. διακοπὴ χειμάρρου ἀπὸ κονίας· οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.
  • 5. γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
  • 6. τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα, χρυσίον αὐτῷ.
  • 7. τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·
  • 8. οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ᾿ αὐτῆς λέων.
  • 9. ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ, κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη·
  • 10. δίνας δὲ ποταμῶν ἔρρηξεν, πᾶν δὲ ἔντιμον εἶδέν μου ὁ ὀφθαλμός·
  • 11. βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς.
  • 12. ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;
  • 13. οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις.
  • 14. ἄβυσσος εἶπεν Οὐκ ἔστιν ἐν ἐμοί· καὶ θάλασσα εἶπεν Οὐκ ἔστιν μετ᾿ ἐμοῦ.
  • 15. οὐ δώσει συγκλεισμὸν ἀντ᾿ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς·
  • 16. καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ωφιρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ·
  • 17. οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ·
  • 18. μετέωρα καὶ γαβις οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα·
  • 19. οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.
  • 20. ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως;
  • 21. λέληθεν πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη·
  • 22. ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
  • 23. ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς·
  • 24. αὐτὸς γὰρ τὴν ὑπ᾿ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν,
  • 25. ἀνέμων σταθμὸν ὕδατός τε μέτρα·
  • 26. ὅτε ἐποίησεν οὕτως, ὑετὸν ἠρίθμησεν καὶ ὁδὸν ἐν τινάγματι φωνάς·
  • 27. τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν.
  • 28. εἶπεν δὲ ἀνθρώπῳ Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.
أعلى