Job - Chapter 40 | Greek Old Testament (Septuagint)

  • 1. Καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν
  • 2. Μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν;
  • 3. Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
  • 4. Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου·
  • 5. ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
  • 6. Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους
  • 7. Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι·
  • 8. μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;
  • 9. ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατ᾿ αὐτὸν βροντᾷς;
  • 10. ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι·
  • 11. ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πᾶν δὲ ὑβριστὴν ταπείνωσον,
  • 12. ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,
  • 13. κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·
  • 14. ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι. --
  • 15. ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἴσα βουσὶν ἐσθίει.
  • 16. ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ᾿ ὀσφύι, ἡ δὲ δύναμις ἐπ᾿ ὀμφαλοῦ γαστρός·
  • 17. ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·
  • 18. αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.
  • 19. τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
  • 20. ἐπελθὼν δὲ ἐπ᾿ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ·
  • 21. ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον·
  • 22. σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου.
  • 23. ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ, πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ.
  • 24. ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ῥῖνα; --
أعلى