Job - Chapter 36 | Greek Old Testament (Septuagint)

  • 1. Προσθεὶς δὲ Ελιους ἔτι λέγει
  • 2. Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις.
  • 3. ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ
  • 4. ἐπ᾿ ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα· ἀδίκως συνίεις.
  • 5. γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. δυνατὸς ἰσχύι καρδίας
  • 6. ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει.
  • 7. οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νεῖκος, καὶ ὑψωθήσονται.
  • 8. καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας,
  • 9. καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.
  • 10. ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.
  • 11. ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν, συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.
  • 12. ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
  • 13. καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.
  • 14. ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
  • 15. ἀνθ᾿ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον· κρίμα δὲ πραέων ἐκθήσει.
  • 16. καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ· ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς· καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
  • 17. οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,
  • 18. θυμὸς δὲ ἐπ᾿ ἀσεβεῖς ἔσται δι᾿ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ᾿ ἀδικίαις.
  • 19. μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.
  • 20. μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ᾿ αὐτῶν·
  • 21. ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας.
  • 22. ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ· τίς γάρ ἐστιν κατ᾿ αὐτὸν δυνάστης;
  • 23. τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἴπας Ἔπραξεν ἄδικα;
  • 24. μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες·
  • 25. πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί.
  • 26. ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.
  • 27. ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·
  • 28. ῥυήσονται παλαιώματα, ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. ὥραν ἔθετο κτήνεσιν, οἴδασιν δὲ κοίτης τάξιν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος;
  • 29. καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
  • 30. ἰδοὺ ἐκτείνει ἐπ᾿ αὐτὸν ηδω καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
  • 31. ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι.
  • 32. ἐπὶ χειρῶν ἐκάλυψεν φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
  • 33. ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ· κτῆσις καὶ περὶ ἀδικίας.
أعلى