Job - Chapter 9 | Greek Old Testament (Septuagint)

  • 1. Ὑπολαβὼν δὲ Ιωβ λέγει
  • 2. Ἐπ᾿ ἀληθείας οἶδα ὅτι οὕτως ἐστίν· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ;
  • 3. ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.
  • 4. σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
  • 5. ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ·
  • 6. ὁ σείων τὴν ὑπ᾿ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται·
  • 7. ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει·
  • 8. ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ᾿ ἐδάφους ἐπὶ θαλάσσης·
  • 9. ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμίεια νότου·
  • 10. ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.
  • 11. ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ᾿ ὧς ἔγνων.
  • 12. ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
  • 13. αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ᾿ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ᾿ οὐρανόν.
  • 14. ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου.
  • 15. ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·
  • 16. ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέν μου.
  • 17. μὴ γνόφῳ με ἐκτρίψῃ; πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς.
  • 18. οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας.
  • 19. ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;
  • 20. ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
  • 21. εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφαιρεῖταί μου ἡ ζωή.
  • 22. διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,
  • 23. ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται·
  • 24. παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός, τίς ἐστιν;
  • 25. ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν καὶ οὐκ εἴδοσαν.
  • 26. ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν;
  • 27. ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω.
  • 28. σείομαι πᾶσιν τοῖς μέλεσιν, οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις.
  • 29. ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον;
  • 30. ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς,
  • 31. ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή.
  • 32. οὐ γὰρ εἶ ἄνθρωπος κατ᾿ ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.
  • 33. εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων·
  • 34. ἀπαλλαξάτω ἀπ᾿ ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,
  • 35. καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι.
أعلى