Job - Chapter 26 | Greek Old Testament (Septuagint)

  • 1. Ὑπολαβὼν δὲ Ιωβ λέγει
  • 2. Τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν;
  • 3. τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις;
  • 4. τίνι ἀνήγγειλας ῥήματα; πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;
  • 5. μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ;
  • 6. γυμνὸς ὁ ᾅδης ἐπώπιον αὐτοῦ, καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.
  • 7. ἐκτείνων βορέαν ἐπ᾿ οὐδέν, κρεμάζων γῆν ἐπὶ οὐδενός·
  • 8. δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·
  • 9. ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ᾿ αὐτὸν νέφος αὐτοῦ.
  • 10. πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους.
  • 11. στῦλοι οὐρανοῦ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.
  • 12. ἰσχύι κατέπαυσεν τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος·
  • 13. κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν, προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.
  • 14. ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ· σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;
أعلى