أنت تستخدم أحد المتصفحات القديمة. قد لا يتم عرض هذا الموقع أو المواقع الأخرى بشكل صحيح.
يجب عليك ترقية متصفحك أو استخدام
أحد المتصفحات البديلة.
1Chronicles - Chapter 4 | Greek Old Testament (Septuagint)
- 1. Καὶ υἱοὶ Ιουδα· Φαρες, Αρσων καὶ Χαρμι καὶ Ωρ, Σουβαλ
- 2. καὶ Ραια υἱὸς αὐτοῦ· καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεθ, καὶ Ιεθ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ· αὗται αἱ γενέσεις τοῦ Σαραθι.
- 3. καὶ οὗτοι υἱοὶ Αιταμ· Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Εσηλεββων.
- 4. καὶ Φανουηλ πατὴρ Γεδωρ, καὶ Αζηρ πατὴρ Ωσαν. οὗτοι υἱοὶ Ωρ τοῦ πρωτοτόκου Εφραθα πατρὸς Βαιθλαεμ.
- 5. καὶ τῷ Σαουρ πατρὶ Θεκωε ἦσαν δύο γυναῖκες, Αωδα καὶ Θοαδα.
- 6. καὶ ἔτεκεν αὐτῷ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν· πάντες οὗτοι υἱοὶ Αωδας.
- 7. καὶ υἱοὶ Θοαδα· Σαρεθ καὶ Σααρ καὶ Εθναν.
- 8. καὶ Κως ἐγέννησεν τὸν Ενωβ καὶ τὸν Σαβηβα. καὶ γεννήσεις ἀδελφοῦ Ρηχαβ υἱοῦ Ιαριμ. --
- 9. καὶ ἦν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιγαβης λέγουσα Ἔτεκον ὡς γαβης.
- 10. καὶ ἐπεκαλέσατο Ιγαβης τὸν θεὸν Ισραηλ λέγων Ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾿ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με. καὶ ἐπήγαγεν ὁ θεὸς πάντα, ὅσα ᾐτήσατο. --
- 11. καὶ Χαλεβ πατὴρ Ασχα ἐγέννησεν τὸν Μαχιρ· οὗτος πατὴρ Ασσαθων.
- 12. καὶ Ασσαθων ἐγέννησεν τὸν Βαθρεφαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελφοῦ Εσελων τοῦ Κενεζι· οὗτοι ἄνδρες Ρηφα.
- 13. καὶ υἱοὶ Κενεζ· Γοθονιηλ καὶ Σαραια. καὶ υἱοὶ Γοθονιηλ· Αθαθ.
- 14. καὶ Μαναθι ἐγέννησεν τὸν Γοφερα. καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαϊρ, ὅτι τέκτονες ἦσαν.
- 15. καὶ υἱοὶ Χαλεβ υἱοῦ Ιεφοννη· Ηρα, Αλα καὶ Νοομ. καὶ υἱοὶ Αλα· Κενεζ.
- 16. καὶ υἱὸς αὐτοῦ Γεσεηλ, Αμηαχι καὶ Ζαφα καὶ Ζαιρα καὶ Εσεραηλ.
- 17. καὶ υἱοὶ Εσρι· Ιεθερ, Μωραδ καὶ Αφερ καὶ Ιαλων. καὶ ἐγέννησεν Ιεθερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεθ πατέρα Εσθεμων.
- 18. καὶ ἡ γυνὴ αὐτοῦ (αὕτη Αδια) ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκθιηλ πατέρα Ζανω· καὶ οὗτοι υἱοὶ Γελια θυγατρὸς Φαραω, ἣν ἔλαβεν Μωρηδ.
- 19. καὶ υἱοὶ γυναικὸς τῆς Ιδουιας ἀδελφῆς Ναχεμ. καὶ Δαλια πατὴρ Κεϊλα, καὶ Σεμειων πατὴρ Ιωμαν. καὶ υἱοὶ Ναημ πατρὸς Κεϊλα· Αγαρμι καὶ Εσθεμωη Μαχαθι.
- 20. καὶ υἱοὶ Σεμιων· Αμνων καὶ Ρανα, υἱὸς Αναν καὶ Θιλων. καὶ υἱοὶ Ισεϊ· Ζωαθ καὶ υἱοὶ Ζωαθ.
- 21. Υἱοὶ Σηλωμ υἱοῦ Ιουδα· Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιῶν εφραθ αβακ τῷ οἴκῳ Εσοβα
- 22. καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ, οἳ κατῴκησαν ἐν Μωαβ· καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν.
- 23. οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ναταϊμ καὶ Γαδηρα· μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ.
- 24. Υἱοὶ Συμεων· Ναμουηλ καὶ Ιαμιν, Ιαριβ, Ζαρε, Σαουλ·
- 25. Σαλεμ υἱὸς αὐτοῦ, Μαβασαμ υἱὸς αὐτοῦ, Μασμα υἱὸς αὐτοῦ,
- 26. Αμουηλ υἱὸς αὐτοῦ, Σαβουδ υἱὸς αὐτοῦ, Ζακχουρ υἱὸς αὐτοῦ, Σεμεϊ υἱὸς αὐτοῦ.
- 27. καὶ τῷ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα.
- 28. καὶ κατῴκησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ
- 29. καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ
- 30. καὶ Βαθουηλ καὶ Ερμα καὶ Σεκλαγ
- 31. καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἶκον Βαρουμσεωριμ· αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυιδ.
- 32. καὶ ἐπαύλεις αὐτῶν· Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν, πόλεις πέντε.
- 33. καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν. --
- 34. καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια
- 35. καὶ Ιωηλ (καὶ οὗτος υἱὸς Ισαβια), υἱὸς Σαραια, υἱὸς Ασιηλ
- 36. καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια
- 37. καὶ Ζουζα υἱὸς Σεφεϊ υἱοῦ Αλλων υἱοῦ Ιεδια υἱοῦ Σαμαρι υἱοῦ Σαμαιου.
- 38. οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος.
- 39. καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν·
- 40. καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν.
- 41. καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ.
- 42. καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι, καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν·
- 43. καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Αμαληκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.