1Chronicles - Chapter 26 | Greek Old Testament (Septuagint)

  • 1. Εἰς διαιρέσεις τῶν πυλῶν· υἱοῖς Κορεϊμ Μοσολλαμια υἱὸς Κωρη ἐκ τῶν υἱῶν Αβιασαφ.
  • 2. καὶ τῷ Μοσολλαμια υἱοί· Ζαχαριας ὁ πρωτότοκος, Ιδιηλ ὁ δεύτερος, Ζαβαδιας ὁ τρίτος, Ιεθνουηλ ὁ τέταρτος,
  • 3. Ωλαμ ὁ πέμπτος, Ιωαναν ὁ ἕκτος, Ελιωηναι ὁ ἕβδομος.
  • 4. καὶ τῷ Αβδεδομ υἱοί· Σαμαιας ὁ πρωτότοκος, Ιωζαβαδ ὁ δεύτερος, Ιωαα ὁ τρίτος, Σωχαρ ὁ τέταρτος, Ναθαναηλ ὁ πέμπτος,
  • 5. Αμιηλ ὁ ἕκτος, Ισσαχαρ ὁ ἕβδομος, Φολλαθι ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός.
  • 6. καὶ τῷ Σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν.
  • 7. υἱοὶ Σαμαια· Γοθνι καὶ Ραφαηλ καὶ Ωβηδ καὶ Ελζαβαδ καὶ Αχιου, υἱοὶ δυνατοί, Ελιου καὶ Σαβχια καὶ Ισβακωμ.
  • 8. πάντες ἀπὸ τῶν υἱῶν Αβδεδομ, αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Αβδεδομ.
  • 9. καὶ τῷ Μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί.
  • 10. καὶ τῷ Ωσα τῶν υἱῶν Μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα
  • 11. τῆς διαιρέσεως τῆς δευτέρας, Ταβλαι ὁ τρίτος, Ζαχαριας ὁ τέταρτος· πάντες οὗτοι, υἱοὶ καὶ ἀδελφοὶ τῷ Ωσα, τρισκαίδεκα. --
  • 12. τούτοις αἱ διαιρέσεις τῶν πυλῶν, τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου.
  • 13. καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ᾿ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα.
  • 14. καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμια καὶ Ζαχαρια· υἱοὶ Ιωας τῷ Μελχια ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ·
  • 15. τῷ Αβδεδομ νότον κατέναντι οἴκου εσεφιν
  • 16. εἰς δεύτερον· τῷ Ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς.
  • 17. πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ εσεφιν δύο·
  • 18. εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους.
  • 19. αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Κορε καὶ τοῖς υἱοῖς Μεραρι.
  • 20. Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων·
  • 21. υἱοὶ Λαδαν υἱοὶ τῷ Γηρσωνι τῷ Λαδαν, ἄρχοντες πατριῶν τῷ Λαδαν τῷ Γηρσωνι Ιιηλ.
  • 22. καὶ υἱοὶ Ιιηλ Ζεθομ καὶ Ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου.
  • 23. τῷ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ·
  • 24. καὶ Σουβαηλ ὁ τοῦ Γηρσαμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν.
  • 25. καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ελιεζερ Ρααβιας υἱὸς καὶ Ιωσαιας καὶ Ιωραμ καὶ Ζεχρι καὶ Σαλωμωθ.
  • 26. αὐτὸς Σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως,
  • 27. ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ᾿ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ,
  • 28. καὶ ἐπὶ πάντων τῶν ἁγίων Σαμουηλ τοῦ προφήτου καὶ Σαουλ τοῦ Κις καὶ Αβεννηρ τοῦ Νηρ καὶ Ιωαβ τοῦ Σαρουια· πᾶν, ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
  • 29. Τῷ Ισσαρι Χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν.
  • 30. τῷ Χεβρωνι Ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ισραηλ πέραν τοῦ Ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.
  • 31. τοῦ Χεβρωνι· Ιουδιας ὁ ἄρχων τῶν Χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ιαζηρ τῆς Γαλααδίτιδος,
  • 32. καὶ οἱ ἀδελφοὶ αὐτοῦ, υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνι καὶ Γαδδι καὶ ἡμίσους φυλῆς Μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως.
أعلى