1Chronicles - Chapter 3 | Greek Old Testament (Septuagint)

  • 1. Καὶ οὗτοι ἦσαν υἱοὶ Δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρων· ὁ πρωτότοκος Αμνων τῇ Αχινααμ τῇ Ιεζραηλίτιδι, ὁ δεύτερος Δανιηλ τῇ Αβιγαια τῇ Καρμηλίᾳ,
  • 2. ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μωχα θυγατρὸς Θολμαι βασιλέως Γεδσουρ, ὁ τέταρτος Αδωνια υἱὸς Αγγιθ,
  • 3. ὁ πέμπτος Σαφατια τῆς Αβιταλ, ὁ ἕκτος Ιεθρααμ τῇ Αγλα γυναικὶ αὐτοῦ.
  • 4. ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρων, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ,
  • 5. καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ιερουσαλημ· Σαμαα, Σωβαβ, Ναθαν καὶ Σαλωμων, τέσσαρες τῇ Βηρσαβεε θυγατρὶ Αμιηλ,
  • 6. καὶ Ιβααρ καὶ Ελισαμα καὶ Ελιφαλετ
  • 7. καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουε
  • 8. καὶ Ελισαμα καὶ Ελιαδα καὶ Ελιφαλετ, ἐννέα.
  • 9. πάντες υἱοὶ Δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημαρ ἀδελφὴ αὐτῶν.
  • 10. Υἱοὶ Σαλωμων· Ροβοαμ, Αβια υἱὸς αὐτοῦ, Ασα υἱὸς αὐτοῦ, Ιωσαφατ υἱὸς αὐτοῦ,
  • 11. Ιωραμ υἱὸς αὐτοῦ, Οχοζια υἱὸς αὐτοῦ, Ιωας υἱὸς αὐτοῦ,
  • 12. Αμασιας υἱὸς αὐτοῦ, Αζαρια υἱὸς αὐτοῦ, Ιωαθαν υἱὸς αὐτοῦ,
  • 13. Αχαζ υἱὸς αὐτοῦ, Εζεκιας υἱὸς αὐτοῦ, Μανασσης υἱὸς αὐτοῦ,
  • 14. Αμων υἱὸς αὐτοῦ, Ιωσια υἱὸς αὐτοῦ.
  • 15. καὶ υἱοὶ Ιωσια· πρωτότοκος Ιωαναν, ὁ δεύτερος Ιωακιμ, ὁ τρίτος Σεδεκια, ὁ τέταρτος Σαλουμ.
  • 16. καὶ υἱοὶ Ιωακιμ· Ιεχονιας υἱὸς αὐτοῦ, Σεδεκιας υἱὸς αὐτοῦ.
  • 17. καὶ υἱοὶ Ιεχονια--ασιρ· Σαλαθιηλ υἱὸς αὐτοῦ,
  • 18. Μελχιραμ καὶ Φαδαιας καὶ Σανεσαρ καὶ Ιεκεμια καὶ Ωσαμω καὶ Δενεθι.
  • 19. καὶ υἱοὶ Σαλαθιηλ· Ζοροβαβελ καὶ Σεμεϊ. καὶ υἱοὶ Ζοροβαβελ· Μοσολλαμος καὶ Ανανια, καὶ Σαλωμιθ ἀδελφὴ αὐτῶν,
  • 20. καὶ Ασουβε καὶ Οολ καὶ Βαραχια καὶ Ασαδια καὶ Ασοβαεσδ, πέντε.
  • 21. καὶ υἱοὶ Ανανια· Φαλλετια, καὶ Ισαια υἱὸς αὐτοῦ, Ραφαια υἱὸς αὐτοῦ, Ορνα υἱὸς αὐτοῦ, Αβδια υἱὸς αὐτοῦ, Σεχενια υἱὸς αὐτοῦ.
  • 22. καὶ υἱὸς Σεχενια· Σαμαια. καὶ υἱοὶ Σαμαια· Χαττους καὶ Ιωηλ καὶ Μαρι καὶ Νωαδια καὶ Σαφαθ, ἕξ.
  • 23. καὶ υἱοὶ Νωαδια· Ελιθεναν καὶ Εζεκια καὶ Εζρικαμ, τρεῖς.
  • 24. καὶ υἱοὶ Ελιθεναν· Οδουια καὶ Ελιασιβ καὶ Φαλαια καὶ Ακουν καὶ Ιωαναν καὶ Δαλαια καὶ Ανανι, ἑπτά.
أعلى