1Chronicles - Chapter 1 | Greek Old Testament (Septuagint)

  • 1. Αδαμ, Σηθ, Ενως,
  • 2. Καιναν, Μαλελεηλ, Ιαρεδ,
  • 3. Ενωχ, Μαθουσαλα, Λαμεχ,
  • 4. Νωε. υἱοὶ Νωε· Σημ, Χαμ, Ιαφεθ.
  • 5. Υἱοὶ Ιαφεθ· Γαμερ, Μαγωγ, Μαδαι, Ιωυαν, Ελισα, Θοβελ, Μοσοχ καὶ Θιρας.
  • 6. καὶ υἱοὶ Γαμερ· Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα.
  • 7. καὶ υἱοὶ Ιωυαν· Ελισα καὶ Θαρσις, Κίτιοι καὶ Ῥόδιοι.
  • 8. Καὶ υἱοὶ Χαμ· Χους καὶ Μεστραιμ, Φουδ καὶ Χανααν.
  • 9. καὶ υἱοὶ Χους· Σαβα καὶ Ευιλατ καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σεβεκαθα. καὶ υἱοὶ Ρεγμα· Σαβα καὶ Ουδαδαν.
  • 10. καὶ Χους ἐγέννησεν τὸν Νεβρωδ· οὗτος ἤρξατο τοῦ εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς.
  • 11. (OMITTED TEXT)
  • 12. (OMITTED TEXT)
  • 13. (OMITTED TEXT)
  • 14. (OMITTED TEXT)
  • 15. (OMITTED TEXT)
  • 16. (OMITTED TEXT)
  • 17. Υἱοὶ Σημ· Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ,
  • 18. (OMITTED TEXT)
  • 19. (OMITTED TEXT)
  • 20. (OMITTED TEXT)
  • 21. (OMITTED TEXT)
  • 22. (OMITTED TEXT)
  • 23. (OMITTED TEXT)
  • 24. Σαλα,
  • 25. Εβερ, Φαλεκ, Ραγαυ,
  • 26. Σερουχ, Ναχωρ, Θαρα,
  • 27. Αβρααμ.
  • 28. Υἱοὶ δὲ Αβρααμ· Ισαακ καὶ Ισμαηλ.
  • 29. αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ισμαηλ· Ναβαιωθ καὶ Κηδαρ, Ναβδεηλ, Μαβσαν,
  • 30. Μασμα, Ιδουμα, Μασση, Χοδδαδ, Θαιμαν,
  • 31. Ιεττουρ, Ναφες καὶ Κεδμα. οὗτοί εἰσιν υἱοὶ Ισμαηλ. --
  • 32. καὶ υἱοὶ Χεττουρας παλλακῆς Αβρααμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβραν, Ιεξαν, Μαδαν, Μαδιαμ, Σοβακ, Σωε. καὶ υἱοὶ Ιεξαν· Σαβα καὶ Δαιδαν.
  • 33. καὶ υἱοὶ Μαδιαμ· Γαιφα καὶ Οφερ καὶ Ενωχ καὶ Αβιδα καὶ Ελδαα. πάντες οὗτοι υἱοὶ Χεττουρας.
  • 34. Καὶ ἐγέννησεν Αβρααμ τὸν Ισαακ. καὶ υἱοὶ Ισαακ· Ησαυ καὶ Ιακωβ.
  • 35. Υἱοὶ Ησαυ· Ελιφας καὶ Ραγουηλ καὶ Ιεουλ καὶ Ιεγλομ καὶ Κορε.
  • 36. υἱοὶ Ελιφας· Θαιμαν καὶ Ωμαρ, Σωφαρ καὶ Γοωθαμ καὶ Κενεζ καὶ τῆς Θαμνα Αμαληκ.
  • 37. καὶ υἱοὶ Ραγουηλ· Ναχεθ, Ζαρε, Σομε καὶ Μοζε. --
  • 38. υἱοὶ Σηιρ· Λωταν, Σωβαλ, Σεβεγων, Ανα, Δησων, Ωσαρ, Δαισων.
  • 39. καὶ υἱοὶ Λωταν· Χορρι καὶ Αιμαν καὶ Αιλαθ καὶ Ναμνα.
  • 40. υἱοὶ Σωβαλ· Γωλαμ, Μαναχαθ, Γαιβηλ, Σωβ καὶ Ωναμ. υἱοὶ δὲ Σεβεγων· Αια καὶ Ανα.
  • 41. υἱοὶ Ανα· Δαισων. υἱοὶ δὲ Δησων· Εμερων καὶ Εσεβαν καὶ Ιεθραν καὶ Χαρραν.
  • 42. καὶ υἱοὶ Ωσαρ· Βαλααν καὶ Ζουκαν καὶ Ιωκαν. υἱοὶ Δαισων· Ως καὶ Αρραν.
  • 43. Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλακ υἱὸς Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα.
  • 44. καὶ ἀπέθανεν Βαλακ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας.
  • 45. καὶ ἀπέθανεν Ιωβαβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων.
  • 46. καὶ ἀπέθανεν Ασομ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ πατάξας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ.
  • 47. καὶ ἀπέθανεν Αδαδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαα ἐκ Μασεκκας.
  • 48. καὶ ἀπέθανεν Σαμαα, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν.
  • 49. καὶ ἀπέθανεν Σαουλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ.
  • 50. καὶ ἀπέθανεν Βαλαεννων υἱὸς Αχοβωρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Αδαδ υἱὸς Βαραδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ.
  • 51. καὶ ἀπέθανεν Αδαδ. --καὶ ἦσαν ἡγεμόνες Εδωμ· ἡγεμὼν Θαμανα, ἡγεμὼν Γωλα, ἡγεμὼν Ιεθετ,
  • 52. ἡγεμὼν Ελιβαμας, ἡγεμὼν Ηλας, ἡγεμὼν Φινων,
  • 53. ἡγεμὼν Κενεζ, ἡγεμὼν Θαιμαν, ἡγεμὼν Μαβσαρ,
  • 54. ἡγεμὼν Μεγεδιηλ, ἡγεμὼν Ηραμ. οὗτοι ἡγεμόνες Εδωμ.
أعلى