Lamentations - Chapter 5 | Greek Old Testament (Septuagint)

  • 1. Μνήσθητι, κύριε, ὅ τι ἐγενήθη ἡμῖν· ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν.
  • 2. κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις.
  • 3. ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ· μητέρες ἡμῶν ὡς αἱ χῆραι.
  • 4. ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν.
  • 5. ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν· ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.
  • 6. Αἴγυπτος ἔδωκεν χεῖρα, Ασσουρ εἰς πλησμονὴν αὐτῶν.
  • 7. οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.
  • 8. δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.
  • 9. ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου.
  • 10. τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελειώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.
  • 11. γυναῖκας ἐν Σιων ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν Ιουδα.
  • 12. ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.
  • 13. ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν.
  • 14. καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν.
  • 15. κατέλυσεν χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν.
  • 16. ἔπεσεν ὁ στέφανος τῆς κεφαλῆς ἡμῶν· οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.
  • 17. περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν·
  • 18. ἐπ᾿ ὄρος Σιων, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ.
  • 19. σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν.
  • 20. ἵνα τί εἰς νεῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;
  • 21. ἐπίστρεψον ἡμᾶς, κύριε, πρὸς σέ, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν.
  • 22. ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφ᾿ ἡμᾶς ἕως σφόδρα.
أعلى