Isaiah - Chapter 31 | Greek Old Testament (Septuagint)

  • 1. Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ᾿ ἵπποις πεποιθότες καὶ ἐφ᾿ ἅρμασιν, ἔστιν γὰρ πολλά, καὶ ἐφ᾿ ἵπποις, πλῆθος σφόδρα, καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ισραηλ καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν.
  • 2. καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ᾿ αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπ᾿ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν,
  • 3. Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν, ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια· ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται.
  • 4. ὅτι οὕτως εἶπέν μοι κύριος Ὃν τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ, ᾗ ἔλαβεν, καὶ κεκράξῃ ἐπ᾿ αὐτῇ, ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτῆς.
  • 5. ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ κύριος ὑπὲρ Ιερουσαλημ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει.
  • 6. ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον.
  • 7. ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν.
  • 8. καὶ πεσεῖται Ασσουρ· οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα,
  • 9. πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει κύριος Μακάριος ὃς ἔχει ἐν Σιων σπέρμα καὶ οἰκείους ἐν Ιερουσαλημ.
أعلى