Isaiah - Chapter 12 | Greek Old Testament (Septuagint)

  • 1. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με.
  • 2. ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος, πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
  • 3. καὶ ἀντλήσετε ὕδωρ μετ᾿ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.
  • 4. καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ.
  • 5. ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ.
  • 6. ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιων, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς.
أعلى