Isaiah - Chapter 24 | Greek Old Testament (Septuagint)

  • 1. Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ.
  • 2. καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία, ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει.
  • 3. φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.
  • 4. ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς.
  • 5. ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διαθήκην αἰώνιον.
  • 6. διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.
  • 7. πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν.
  • 8. πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν, πέπαυται φωνὴ κιθάρας.
  • 9. ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν.
  • 10. ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.
  • 11. ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς.
  • 12. καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται.
  • 13. ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρύγητος.
  • 14. οὗτοι φωνῇ βοήσονται, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου. ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης·
  • 15. διὰ τοῦτο ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται Κύριε ὁ θεὸς Ισραηλ.
  • 16. ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον.
  • 17. φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ᾿ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς·
  • 18. καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος, ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.
  • 19. ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ·
  • 20. ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ ὡς ὁ μεθύων καὶ κραιπαλῶν καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι, κατίσχυσεν γὰρ ἐπ᾿ αὐτῆς ἡ ἀνομία.
  • 21. καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς·
  • 22. καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.
  • 23. καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται.
أعلى