الرئيسية
المنتديات
المشاركات الجديدة
بحث بالمنتديات
الكتاب المقدس
الكتاب المقدس
البحث في الكتاب المقدس
تفاسير الكتاب المقدس
الرد على الشبهات الوهمية
قواميس الكتاب المقدس
آيات الكتاب المقدس
ما الجديد
المشاركات الجديدة
آخر النشاطات
الأعضاء
الزوار الحاليين
مكتبة الترانيم
إسأل
تسجيل الدخول
تسجيل
ما الجديد
البحث
البحث
بحث بالعناوين فقط
بواسطة:
الكتاب المقدس
البحث في الكتاب المقدس
تفاسير الكتاب المقدس
الرد على الشبهات الوهمية
قواميس الكتاب المقدس
قائمة
تسجيل الدخول
تسجيل
Install the app
تثبيت
الرئيسية
الكتاب المقدس
Greek Old Testament (Septuagint)
تم تعطيل الجافا سكربت. للحصول على تجربة أفضل، الرجاء تمكين الجافا سكربت في المتصفح الخاص بك قبل المتابعة.
أنت تستخدم أحد المتصفحات القديمة. قد لا يتم عرض هذا الموقع أو المواقع الأخرى بشكل صحيح.
يجب عليك ترقية متصفحك أو استخدام
أحد المتصفحات البديلة
.
1Samuel - Chapter 29 | Greek Old Testament (Septuagint)
سميث و فاندايك
الحياة
الأخبار السارة
اليسوعية
ASV
ESV
GNB
KJV
NKJV
NIV
Vulgate
HOT
LXX
القراءة المسموعة
البحث
تفاسير
ردود
السابق
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
التالي
1. Καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Αφεκ, καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τῇ ἐν Ιεζραελ.
2. καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾿ ἐσχάτων μετὰ Αγχους.
3. καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων Τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Αγχους πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων Οὐχ οὗτος Δαυιδ ὁ δοῦλος Σαουλ βασιλέως Ισραηλ; γέγονεν μεθ᾿ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾿ ἧς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης.
4. καὶ ἐλυπήθησαν ἐπ᾿ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ Ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ᾿ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων;
5. οὐχ οὗτος Δαυιδ, ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ;
6. καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ Ζῇ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ·
7. καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων.
8. καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾿ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως;
9. καὶ ἀπεκρίθη Αγχους πρὸς Δαυιδ Οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ᾿ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν Οὐχ ἥξει μεθ᾿ ἡμῶν εἰς πόλεμον.
10. καὶ νῦν ὄρθρισον τὸ πρωί, σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε.
11. καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ισραηλ.
أسفار الكتاب المقدس
العهد القديم
Genesis
Exodus
Leviticus
Numbers
Deuteronomy
Joshua
Judges
Ruth
1Samuel
2Samuel
1Kings
2Kings
1Chronicles
2Chronicles
Ezra
Nehemiah
Esther
Job
Psalms
Proverbs
Ecclesiastes
SongofSolomon
Isaiah
Jeremiah
Lamentations
Ezekiel
Daniel
Hosea
Joel
Amos
Obadiah
Jonah
Micah
Nahum
Habakkuk
Zephaniah
Haggai
Zechariah
Malachi
العهد الجديد
Matthew
Mark
Luke
John
Acts
Romans
1Corinthians
2Corinthians
Galatians
Ephesians
Philippians
Colossians
1Thessalonians
2Thessalonians
1Timothy
2Timothy
Titus
Philemon
Hebrews
James
1Peter
2Peter
1John
2John
3John
Jude
Revelation
الرئيسية
الكتاب المقدس
Greek Old Testament (Septuagint)
أعلى