الرئيسية
المنتديات
المشاركات الجديدة
بحث بالمنتديات
الكتاب المقدس
الكتاب المقدس
البحث في الكتاب المقدس
تفاسير الكتاب المقدس
الرد على الشبهات الوهمية
قواميس الكتاب المقدس
آيات الكتاب المقدس
ما الجديد
المشاركات الجديدة
آخر النشاطات
الأعضاء
الزوار الحاليين
مكتبة الترانيم
إسأل
تسجيل الدخول
تسجيل
ما الجديد
البحث
البحث
بحث بالعناوين فقط
بواسطة:
الكتاب المقدس
البحث في الكتاب المقدس
تفاسير الكتاب المقدس
الرد على الشبهات الوهمية
قواميس الكتاب المقدس
قائمة
تسجيل الدخول
تسجيل
Install the app
تثبيت
الرئيسية
الكتاب المقدس
Greek Old Testament (Septuagint)
تم تعطيل الجافا سكربت. للحصول على تجربة أفضل، الرجاء تمكين الجافا سكربت في المتصفح الخاص بك قبل المتابعة.
أنت تستخدم أحد المتصفحات القديمة. قد لا يتم عرض هذا الموقع أو المواقع الأخرى بشكل صحيح.
يجب عليك ترقية متصفحك أو استخدام
أحد المتصفحات البديلة
.
1Samuel - Chapter 16 | Greek Old Testament (Septuagint)
سميث و فاندايك
الحياة
الأخبار السارة
اليسوعية
ASV
ESV
GNB
KJV
NKJV
NIV
Vulgate
HOT
LXX
القراءة المسموعة
البحث
تفاسير
ردود
السابق
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
التالي
1. Καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαουλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ισραηλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ιεσσαι ἕως εἰς Βηθλεεμ, ὅτι ἑόρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλεύειν.
2. καὶ εἶπεν Σαμουηλ Πῶς πορευθῶ; καὶ ἀκούσεται Σαουλ καὶ ἀποκτενεῖ με. καὶ εἶπεν κύριος Δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς Θῦσαι τῷ κυρίῳ ἥκω·
3. καὶ καλέσεις τὸν Ιεσσαι εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ.
4. καὶ ἐποίησεν Σαμουηλ πάντα, ἃ ἐλάλησεν αὐτῷ κύριος, καὶ ἦλθεν εἰς Βηθλεεμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν Εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων;
5. καὶ εἶπεν Εἰρήνη· θῦσαι τῷ κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ᾿ ἐμοῦ σήμερον. καὶ ἡγίασεν τὸν Ιεσσαι καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν.
6. καὶ ἐγενήθη ἐν τῷ αὐτοὺς εἰσιέναι καὶ εἶδεν τὸν Ελιαβ καὶ εἶπεν Ἀλλὰ καὶ ἐνώπιον κυρίου χριστὸς αὐτοῦ.
7. καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν.
8. καὶ ἐκάλεσεν Ιεσσαι τὸν Αμιναδαβ, καὶ παρῆλθεν κατὰ πρόσωπον Σαμουηλ· καὶ εἶπεν Οὐδὲ τοῦτον ἐξελέξατο κύριος.
9. καὶ παρήγαγεν Ιεσσαι τὸν Σαμα· καὶ εἶπεν Καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο κύριος.
10. καὶ παρήγαγεν Ιεσσαι τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουηλ· καὶ εἶπεν Σαμουηλ Οὐκ ἐξελέξατο κύριος ἐν τούτοις.
11. καὶ εἶπεν Σαμουηλ πρὸς Ιεσσαι Ἐκλελοίπασιν τὰ παιδάρια; καὶ εἶπεν Ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπεν Σαμουηλ πρὸς Ιεσσαι Ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν.
12. καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν· καὶ οὗτος πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει κυρίῳ· καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἀνάστα καὶ χρῖσον τὸν Δαυιδ, ὅτι οὗτος ἀγαθός ἐστιν.
13. καὶ ἔλαβεν Σαμουηλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουηλ καὶ ἀπῆλθεν εἰς Αρμαθαιμ.
14. Καὶ πνεῦμα κυρίου ἀπέστη ἀπὸ Σαουλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ κυρίου.
15. καὶ εἶπαν οἱ παῖδες Σαουλ πρὸς αὐτόν Ἰδοὺ δὴ πνεῦμα κυρίου πονηρὸν πνίγει σε·
16. εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου καὶ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ σοὶ καὶ ψαλεῖ ἐν τῇ κινύρᾳ αὐτοῦ, καὶ ἀγαθόν σοι ἔσται, καὶ ἀναπαύσει σε.
17. καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ Ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρὸς ἐμέ.
18. καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Ἰδοὺ ἑόρακα υἱὸν τῷ Ιεσσαι Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετός, καὶ ὁ ἀνὴρ πολεμιστὴς καὶ σοφὸς λόγῳ καὶ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ κύριος μετ᾿ αὐτοῦ.
19. καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους πρὸς Ιεσσαι λέγων Ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυιδ τὸν ἐν τῷ ποιμνίῳ σου.
20. καὶ ἔλαβεν Ιεσσαι γομορ ἄρτων καὶ ἀσκὸν οἴνου καὶ ἔριφον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυιδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαουλ.
21. καὶ εἰσῆλθεν Δαυιδ πρὸς Σαουλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ.
22. καὶ ἀπέστειλεν Σαουλ πρὸς Ιεσσαι λέγων Παριστάσθω δὴ Δαυιδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρεν χάριν ἐν ὀφθαλμοῖς μου.
23. καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαουλ καὶ ἐλάμβανεν Δαυιδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἀνέψυχεν Σαουλ, καὶ ἀγαθὸν αὐτῷ, καὶ ἀφίστατο ἀπ᾿ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.
أسفار الكتاب المقدس
العهد القديم
Genesis
Exodus
Leviticus
Numbers
Deuteronomy
Joshua
Judges
Ruth
1Samuel
2Samuel
1Kings
2Kings
1Chronicles
2Chronicles
Ezra
Nehemiah
Esther
Job
Psalms
Proverbs
Ecclesiastes
SongofSolomon
Isaiah
Jeremiah
Lamentations
Ezekiel
Daniel
Hosea
Joel
Amos
Obadiah
Jonah
Micah
Nahum
Habakkuk
Zephaniah
Haggai
Zechariah
Malachi
العهد الجديد
Matthew
Mark
Luke
John
Acts
Romans
1Corinthians
2Corinthians
Galatians
Ephesians
Philippians
Colossians
1Thessalonians
2Thessalonians
1Timothy
2Timothy
Titus
Philemon
Hebrews
James
1Peter
2Peter
1John
2John
3John
Jude
Revelation
الرئيسية
الكتاب المقدس
Greek Old Testament (Septuagint)
أعلى