Proverbs - Chapter 4 | Greek Old Testament (Septuagint)

  • 1. Ἀκούσατε, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν·
  • 2. δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε.
  • 3. υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός,
  • 4. οἳ ἔλεγον καὶ ἐδίδασκόν με Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν·
  • 5. φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος
  • 6. μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε·
  • 7. (OMITTED TEXT)
  • 8. περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ,
  • 9. ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου.
  • 10. Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου·
  • 11. ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς.
  • 12. ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα· ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις.
  • 13. ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου.
  • 14. ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων·
  • 15. ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον.
  • 16. οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν· ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·
  • 17. οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.
  • 18. αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα·
  • 19. αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασιν πῶς προσκόπτουσιν.
  • 20. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς,
  • 21. ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ·
  • 22. ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις.
  • 23. πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
  • 24. περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι.
  • 25. οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.
  • 26. ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶν καὶ τὰς ὁδούς σου κατεύθυνε.
  • 27. μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.
أعلى