Proverbs - Chapter 18 | Greek Old Testament (Septuagint)

  • 1. προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται.
  • 2. οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν· μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ.
  • 3. ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.
  • 4. ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός, ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς.
  • 5. θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.
  • 6. χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά, τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.
  • 7. στόμα ἄφρονος συντριβὴ αὐτῷ, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.
  • 8. ὀκνηροὺς καταβάλλει φόβος, ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν.
  • 9. ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν.
  • 10. ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου, αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.
  • 11. ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά, ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.
  • 12. πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται.
  • 13. ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος.
  • 14. θυμὸν ἀνδρὸς πραύνει θεράπων φρόνιμος· ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
  • 15. καρδία φρονίμου κτᾶται αἴσθησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
  • 16. δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.
  • 17. δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ὡς δ᾿ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται.
  • 18. ἀντιλογίας παύει κλῆρος, ἐν δὲ δυνάσταις ὁρίζει.
  • 19. ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή, ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.
  • 20. ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ, ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.
  • 21. θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.
  • 22. ὃς εὗρεν γυναῖκα ἀγαθήν, εὗρεν χάριτας, ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα. ὃς ἐκβάλλει γυναῖκα ἀγαθήν, ἐκβάλλει τὰ ἀγαθά· ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής.
  • 23. (OMITTED TEXT)
  • 24. (OMITTED TEXT)
أعلى