أنت تستخدم أحد المتصفحات القديمة. قد لا يتم عرض هذا الموقع أو المواقع الأخرى بشكل صحيح.
يجب عليك ترقية متصفحك أو استخدام
أحد المتصفحات البديلة.
Ezra - Chapter 2 | Greek Old Testament (Septuagint)
- 1. Καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ,
- 2. οἳ ἦλθον μετὰ Ζοροβαβελ· Ἰησοῦς, Νεεμιας, Σαραιας, Ρεελιας, Μαρδοχαιος, Βαλασαν, Μασφαρ, Βαγουι, Ρεουμ, Βαανα. ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ·
- 3. υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.
- 4. υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο.
- 5. υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε.
- 6. υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο.
- 7. υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.
- 8. υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε.
- 9. υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα.
- 10. υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο.
- 11. υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς.
- 12. υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο.
- 13. υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ.
- 14. υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ.
- 15. υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες.
- 16. υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ.
- 17. υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς.
- 18. υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο.
- 19. υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς.
- 20. υἱοὶ Γαβερ ἐνενήκοντα πέντε.
- 21. υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς.
- 22. υἱοὶ Νετωφα πεντήκοντα ἕξ.
- 23. υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ.
- 24. υἱοὶ Ασμωθ τεσσαράκοντα δύο.
- 25. υἱοὶ Καριαθιαριμ, Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς.
- 26. υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς.
- 27. ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο.
- 28. ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς.
- 29. υἱοὶ Ναβου πεντήκοντα δύο.
- 30. υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ.
- 31. υἱοὶ Ηλαμ--αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.
- 32. υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι.
- 33. υἱοὶ Λοδ, Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε.
- 34. υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε.
- 35. υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα. --
- 36. καὶ οἱ ἱερεῖς· υἱοὶ Ιεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς.
- 37. υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο.
- 38. υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά.
- 39. υἱοὶ Ηρεμ χίλιοι ἑπτά. --
- 40. καὶ οἱ Λευῖται· υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες.
- 41. οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ.
- 42. υἱοὶ τῶν πυλωρῶν· υἱοὶ Σαλουμ, υἱοὶ Ατηρ, υἱοὶ Τελμων, υἱοὶ Ακουβ, υἱοὶ Ατιτα, υἱοὶ Σαβαου, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα. --
- 43. οἱ ναθιναῖοι· υἱοὶ Σουια, υἱοὶ Ασουφε, υἱοὶ Ταβαωθ,
- 44. υἱοὶ Κηραος, υἱοὶ Σωηα, υἱοὶ Φαδων,
- 45. υἱοὶ Λαβανω, υἱοὶ Αγαβα, υἱοὶ Ακαβωθ,
- 46. υἱοὶ Αγαβ, υἱοὶ Σαμαλαι, υἱοὶ Αναν,
- 47. υἱοὶ Κεδελ, υἱοὶ Γαερ, υἱοὶ Ρεηα,
- 48. υἱοὶ Ρασων, υἱοὶ Νεκωδα, υἱοὶ Γαζεμ,
- 49. υἱοὶ Ουσα, υἱοὶ Φαση, υἱοὶ Βασι,
- 50. υἱοὶ Ασενα, υἱοὶ Μαωνιμ, υἱοὶ Ναφισων,
- 51. υἱοὶ Βακβουκ, υἱοὶ Ακιφα, υἱοὶ Αρουρ,
- 52. υἱοὶ Βασαλωθ, υἱοὶ Μαουδα, υἱοὶ Αρησα,
- 53. υἱοὶ Βαρκους, υἱοὶ Σισαρα, υἱοὶ Θεμα,
- 54. υἱοὶ Νασουε, υἱοὶ Ατουφα.
- 55. υἱοὶ Αβδησελμα· υἱοὶ Σατι, υἱοὶ Ασεφηραθ, υἱοὶ Φαδουρα,
- 56. υἱοὶ Ιεηλα, υἱοὶ Δαρκων, υἱοὶ Γεδηλ,
- 57. υἱοὶ Σαφατια, υἱοὶ Ατιλ, υἱοὶ Φαχεραθ--ασεβωιν, υἱοὶ Ημι.
- 58. πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο. --
- 59. καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ, Θελαρησα, Χαρουβ, Ηδαν, Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν·
- 60. υἱοὶ Δαλαια, υἱοὶ Βουα, υἱοὶ Τωβια, υἱοὶ Νεκωδα, ἑξακόσιοι πεντήκοντα δύο.
- 61. καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων· υἱοὶ Χαβια, υἱοὶ Ακους, υἱοὶ Βερζελλαι, ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν·
- 62. οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ, καὶ οὐχ εὑρέθησαν· καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας,
- 63. καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις. --
- 64. πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
- 65. χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι·
- 66. ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε,
- 67. κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι. --
- 68. καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ·
- 69. ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργύριον, μναῖ πεντακισχίλιαι, καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν. --
- 70. καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν.