الرئيسية
المنتديات
المشاركات الجديدة
بحث بالمنتديات
الكتاب المقدس
الكتاب المقدس
البحث في الكتاب المقدس
تفاسير الكتاب المقدس
الرد على الشبهات الوهمية
قواميس الكتاب المقدس
آيات الكتاب المقدس
ما الجديد
المشاركات الجديدة
آخر النشاطات
الأعضاء
الزوار الحاليين
مكتبة الترانيم
إسأل
تسجيل الدخول
تسجيل
ما الجديد
البحث
البحث
بحث بالعناوين فقط
بواسطة:
الكتاب المقدس
البحث في الكتاب المقدس
تفاسير الكتاب المقدس
الرد على الشبهات الوهمية
قواميس الكتاب المقدس
قائمة
تسجيل الدخول
تسجيل
Install the app
تثبيت
الرئيسية
الكتاب المقدس
Greek Old Testament (Septuagint)
تم تعطيل الجافا سكربت. للحصول على تجربة أفضل، الرجاء تمكين الجافا سكربت في المتصفح الخاص بك قبل المتابعة.
أنت تستخدم أحد المتصفحات القديمة. قد لا يتم عرض هذا الموقع أو المواقع الأخرى بشكل صحيح.
يجب عليك ترقية متصفحك أو استخدام
أحد المتصفحات البديلة
.
Ezekiel - Chapter 9 | Greek Old Testament (Septuagint)
سميث و فاندايك
الحياة
الأخبار السارة
اليسوعية
ASV
ESV
GNB
KJV
NKJV
NIV
Vulgate
HOT
LXX
القراءة المسموعة
البحث
تفاسير
ردود
السابق
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
التالي
1. Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ λέγων Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχεν τὰ σκεύη τῆς ἐξολεθρεύσεως ἐν χειρὶ αὐτοῦ.
2. καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ· καὶ εἰσήλθοσαν καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ.
3. καὶ δόξα θεοῦ τοῦ Ισραηλ ἀνέβη ἀπὸ τῶν χερουβιν ἡ οὖσα ἐπ᾿ αὐτῶν εἰς τὸ αἴθριον τοῦ οἴκου. καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην,
4. καὶ εἶπεν πρὸς αὐτόν Δίελθε μέσην τὴν Ιερουσαλημ καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς.
5. καὶ τούτοις εἶπεν ἀκούοντός μου Πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν καὶ κόπτετε καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε·
6. πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐφ᾿ οὕς ἐστιν τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.
7. καὶ εἶπεν πρὸς αὐτούς Μιάνατε τὸν οἶκον καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι καὶ κόπτετε.
8. καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἶπα Οἴμμοι, κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ισραηλ ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ιερουσαλημ;
9. καὶ εἶπεν πρός με Ἀδικία τοῦ οἴκου Ισραηλ καὶ Ιουδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας· ὅτι εἶπαν Ἐγκαταλέλοιπεν κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ κύριος.
10. καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμός, οὐδὲ μὴ ἐλεήσω· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα.
11. καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσφὺν αὐτοῦ καὶ ἀπεκρίνατο λέγων Πεποίηκα καθὼς ἐνετείλω μοι.
أسفار الكتاب المقدس
العهد القديم
Genesis
Exodus
Leviticus
Numbers
Deuteronomy
Joshua
Judges
Ruth
1Samuel
2Samuel
1Kings
2Kings
1Chronicles
2Chronicles
Ezra
Nehemiah
Esther
Job
Psalms
Proverbs
Ecclesiastes
SongofSolomon
Isaiah
Jeremiah
Lamentations
Ezekiel
Daniel
Hosea
Joel
Amos
Obadiah
Jonah
Micah
Nahum
Habakkuk
Zephaniah
Haggai
Zechariah
Malachi
العهد الجديد
Matthew
Mark
Luke
John
Acts
Romans
1Corinthians
2Corinthians
Galatians
Ephesians
Philippians
Colossians
1Thessalonians
2Thessalonians
1Timothy
2Timothy
Titus
Philemon
Hebrews
James
1Peter
2Peter
1John
2John
3John
Jude
Revelation
الرئيسية
الكتاب المقدس
Greek Old Testament (Septuagint)
أعلى