الرئيسية
المنتديات
المشاركات الجديدة
بحث بالمنتديات
الكتاب المقدس
الكتاب المقدس
الترجمة اليسوعية
البحث في الكتاب المقدس
تفاسير الكتاب المقدس
الرد على الشبهات الوهمية
قواميس الكتاب المقدس
آيات الكتاب المقدس
آيات من الكتاب المقدس عن تعويضات الله
آيات من الكتاب المقدس عن وجود الله معنا
آيات من الكتاب المقدس عن المولود الجديد
آيات من الكتاب المقدس عن أعياد الميلاد
آيات من الكتاب المقدس عن بداية سنة جديدة
كلمات الترانيم
أسئلة ومسابقات مسيحية
أسئلة وأجوبة في الكتاب المقدس العهد الجديد
أسئلة مسيحية واجابتها للرحلات
مسابقة أعمال الرسل واجابتها
أسئلة دينية مسيحية واجابتها للكبار
تسجيل الدخول
تسجيل
ما الجديد
البحث
البحث
بحث بالعناوين فقط
بواسطة:
الكتاب المقدس
الترجمة اليسوعية
البحث في الكتاب المقدس
تفاسير الكتاب المقدس
الرد على الشبهات الوهمية
قواميس الكتاب المقدس
قائمة
تسجيل الدخول
تسجيل
Install the app
تثبيت
الرئيسية
الكتاب المقدس
Greek Old Testament (Septuagint)
تم تعطيل الجافا سكربت. للحصول على تجربة أفضل، الرجاء تمكين الجافا سكربت في المتصفح الخاص بك قبل المتابعة.
أنت تستخدم أحد المتصفحات القديمة. قد لا يتم عرض هذا الموقع أو المواقع الأخرى بشكل صحيح.
يجب عليك ترقية متصفحك أو استخدام
أحد المتصفحات البديلة
.
Ecclesiastes - Chapter 7 | Greek Old Testament (Septuagint)
سميث و فاندايك
الحياة
الأخبار السارة
اليسوعية
ASV
ESV
GNB
KJV
NKJV
NIV
Vulgate
HOT
LXX
القراءة المسموعة
البحث
تفاسير
ردود
السابق
1
2
3
4
5
6
7
8
9
10
11
12
التالي
1
. Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ.
2
. ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ ὅτι πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς τοῦ ἀνθρώπου, καὶ ὁ ζῶν δώσει εἰς καρδίαν αὐτοῦ.
3
. ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.
4
. καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.
5
. ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων·
6
. ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης.
7
. ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπόλλυσι τὴν καρδίαν εὐτονίας αὐτοῦ.
8
. ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτοῦ, ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι.
9
. μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται.
10
. μὴ εἴπῃς Τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου.
11
. ἀγαθὴ σοφία μετὰ κληροδοσίας καὶ περισσεία τοῖς θεωροῦσιν τὸν ἥλιον·
12
. ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ τοῦ ἀργυρίου, καὶ περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ᾿ αὐτῆς.
13
. ἰδὲ τὰ ποιήματα τοῦ θεοῦ· ὅτι τίς δυνήσεται τοῦ κοσμῆσαι ὃν ἂν ὁ θεὸς διαστρέψῃ αὐτόν;
14
. ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ καὶ ἐν ἡμέρᾳ κακίας ἰδέ· καί γε σὺν τοῦτο σύμφωνον τούτῳ ἐποίησεν ὁ θεὸς περὶ λαλιᾶς, ἵνα μὴ εὕρῃ ὁ ἄνθρωπος ὀπίσω αὐτοῦ μηδέν.
15
. Σὺν τὰ πάντα εἶδον ἐν ἡμέραις ματαιότητός μου· ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ.
16
. μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς.
17
. μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.
18
. ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ ἀνῇς τὴν χεῖρά σου, ὅτι φοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα.
19
. Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει·
20
. ὅτι ἄνθρωπος οὐκ ἔστιν δίκαιος ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται.
21
. καί γε εἰς πάντας τοὺς λόγους, οὓς λαλήσουσιν, μὴ θῇς καρδίαν σου, ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε,
22
. ὅτι πλειστάκις πονηρεύσεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅπως καί γε σὺ κατηράσω ἑτέρους.
23
. Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ· εἶπα Σοφισθήσομαι,
24
. καὶ αὐτὴ ἐμακρύνθη ἀπ᾿ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό;
25
. ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ ζητῆσαι σοφίαν καὶ ψῆφον καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην καὶ σκληρίαν καὶ περιφοράν.
26
. καὶ εὑρίσκω ἐγὼ πικρότερον ὑπὲρ θάνατον, σὺν τὴν γυναῖκα, ἥτις ἐστὶν θηρεύματα καὶ σαγῆναι καρδία αὐτῆς, δεσμοὶ χεῖρες αὐτῆς· ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ᾿ αὐτῆς, καὶ ἁμαρτάνων συλλημφθήσεται ἐν αὐτῇ.
27
. ἰδὲ τοῦτο εὗρον, εἶπεν ὁ Ἐκκλησιαστής, μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν,
28
. ὃν ἔτι ἐζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον· ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον.
29
. πλὴν ἰδὲ τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.
أسفار الكتاب المقدس
العهد القديم
Genesis
Exodus
Leviticus
Numbers
Deuteronomy
Joshua
Judges
Ruth
1Samuel
2Samuel
1Kings
2Kings
1Chronicles
2Chronicles
Ezra
Nehemiah
Esther
Job
Psalms
Proverbs
Ecclesiastes
SongofSolomon
Isaiah
Jeremiah
Lamentations
Ezekiel
Daniel
Hosea
Joel
Amos
Obadiah
Jonah
Micah
Nahum
Habakkuk
Zephaniah
Haggai
Zechariah
Malachi
العهد الجديد
Matthew
Mark
Luke
John
Acts
Romans
1Corinthians
2Corinthians
Galatians
Ephesians
Philippians
Colossians
1Thessalonians
2Thessalonians
1Timothy
2Timothy
Titus
Philemon
Hebrews
James
1Peter
2Peter
1John
2John
3John
Jude
Revelation
الرئيسية
الكتاب المقدس
Greek Old Testament (Septuagint)
أعلى