Numbers - Chapter 17 | Greek Old Testament (Septuagint)

  • 1. (17:16) Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
  • 2. (17:17) Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβὲ παρ᾿ αὐτῶν ῥάβδον ῥάβδον κατ᾿ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου αὐτοῦ.
  • 3. (17:18) καὶ τὸ ὄνομα Ααρων ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευι· ἔστιν γὰρ ῥάβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν.
  • 4. (17:19) καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.
  • 5. (17:20) καὶ ἔσται ὁ ἄνθρωπος, ὃν ἐὰν ἐκλέξωμαι αὐτόν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ᾿ ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ᾿ ὑμῖν.
  • 6. (17:21) καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ᾿ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἡ ῥάβδος Ααρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν.
  • 7. (17:22) καὶ ἀπέθηκεν Μωυσῆς τὰς ῥάβδους ἔναντι κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
  • 8. (17:23) καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ααρων εἰς οἶκον Λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα.
  • 9. (17:24) καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ, καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ.
  • 10. (17:25) καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ᾿ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσιν.
  • 11. (17:26) καὶ ἐποίησεν Μωυσῆς καὶ Ααρων καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.
  • 12. (17:27) Καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Μωυσῆν λέγοντες Ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα·
  • 13. (17:28) πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;
أعلى