الرئيسية
المنتديات
المشاركات الجديدة
بحث بالمنتديات
الكتاب المقدس
الكتاب المقدس
البحث في الكتاب المقدس
تفاسير الكتاب المقدس
الرد على الشبهات الوهمية
قواميس الكتاب المقدس
آيات الكتاب المقدس
ما الجديد
المشاركات الجديدة
آخر النشاطات
الأعضاء
الزوار الحاليين
مكتبة الترانيم
إسأل
تسجيل الدخول
تسجيل
ما الجديد
البحث
البحث
بحث بالعناوين فقط
بواسطة:
الكتاب المقدس
البحث في الكتاب المقدس
تفاسير الكتاب المقدس
الرد على الشبهات الوهمية
قواميس الكتاب المقدس
قائمة
تسجيل الدخول
تسجيل
Install the app
تثبيت
الرئيسية
الكتاب المقدس
Greek Old Testament (Septuagint)
تم تعطيل الجافا سكربت. للحصول على تجربة أفضل، الرجاء تمكين الجافا سكربت في المتصفح الخاص بك قبل المتابعة.
أنت تستخدم أحد المتصفحات القديمة. قد لا يتم عرض هذا الموقع أو المواقع الأخرى بشكل صحيح.
يجب عليك ترقية متصفحك أو استخدام
أحد المتصفحات البديلة
.
Amos - Chapter 9 | Greek Old Testament (Septuagint)
سميث و فاندايك
الحياة
الأخبار السارة
اليسوعية
ASV
ESV
GNB
KJV
NKJV
NIV
Vulgate
HOT
LXX
القراءة المسموعة
البحث
تفاسير
ردود
السابق
1
2
3
4
5
6
7
8
9
التالي
1. Εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπεν Πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ, οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασῳζόμενος.
2. ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν, ἐκεῖθεν κατάξω αὐτούς·
3. ἐὰν ἐγκρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήμψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς·
4. καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ᾿ αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά.
5. καὶ κύριος κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν, καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦντες αὐτήν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου·
6. ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
7. οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί, υἱοὶ Ισραηλ; λέγει κύριος. οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου;
8. Ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου τοῦ θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ιακωβ, λέγει κύριος.
9. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔθνεσιν τὸν οἶκον τοῦ Ισραηλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν.
10. ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ᾿ οὐ μὴ γένηται ἐφ᾿ ἡμᾶς τὰ κακά.
11. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος,
12. ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς, λέγει κύριος ὁ θεὸς ὁ ποιῶν ταῦτα.
13. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ καταλήμψεται ὁ ἀλοητὸς τὸν τρύγητον, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται·
14. καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαοῦ μου Ισραηλ, καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν καὶ φυτεύσουσιν κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν·
15. καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν, ἧς ἔδωκα αὐτοῖς, λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ.
أسفار الكتاب المقدس
العهد القديم
Genesis
Exodus
Leviticus
Numbers
Deuteronomy
Joshua
Judges
Ruth
1Samuel
2Samuel
1Kings
2Kings
1Chronicles
2Chronicles
Ezra
Nehemiah
Esther
Job
Psalms
Proverbs
Ecclesiastes
SongofSolomon
Isaiah
Jeremiah
Lamentations
Ezekiel
Daniel
Hosea
Joel
Amos
Obadiah
Jonah
Micah
Nahum
Habakkuk
Zephaniah
Haggai
Zechariah
Malachi
العهد الجديد
Matthew
Mark
Luke
John
Acts
Romans
1Corinthians
2Corinthians
Galatians
Ephesians
Philippians
Colossians
1Thessalonians
2Thessalonians
1Timothy
2Timothy
Titus
Philemon
Hebrews
James
1Peter
2Peter
1John
2John
3John
Jude
Revelation
الرئيسية
الكتاب المقدس
Greek Old Testament (Septuagint)
أعلى