2Chronicles - Chapter 13 | Greek Old Testament (Septuagint)

  • 1. Ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ιεροβοαμ ἐβασίλευσεν Αβια ἐπὶ Ιουδαν·
  • 2. ἔτη τρία ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχα θυγάτηρ Ουριηλ ἀπὸ Γαβαων. καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβια καὶ ἀνὰ μέσον Ιεροβοαμ.
  • 3. καὶ παρετάξατο Αβια τὸν πόλεμον ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν, καὶ Ιεροβοαμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσιν, δυνατοὶ πολεμισταὶ δυνάμεως.
  • 4. καὶ ἀνέστη Αβια ἀπὸ τοῦ ὄρους Σομορων, ὅ ἐστιν ἐν τῷ ὄρει Εφραιμ, καὶ εἶπεν Ἀκούσατε, Ιεροβοαμ καὶ πᾶς Ισραηλ.
  • 5. οὐχ ὑμῖν γνῶναι ὅτι κύριος ὁ θεὸς Ισραηλ ἔδωκεν βασιλείαν ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα τῷ Δαυιδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκην ἁλός;
  • 6. καὶ ἀνέστη Ιεροβοαμ ὁ τοῦ Ναβατ ὁ παῖς Σαλωμων τοῦ Δαυιδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ.
  • 7. καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀντέστη πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων, καὶ Ροβοαμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ.
  • 8. καὶ νῦν λέγετε ὑμεῖς ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας κυρίου διὰ χειρὸς υἱῶν Δαυιδ· καὶ ὑμεῖς πλῆθος πολύ, καὶ μεθ᾿ ὑμῶν μόσχοι χρυσοῖ, οὓς ἐποίησεν ὑμῖν Ιεροβοαμ εἰς θεούς.
  • 9. ἦ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς κυρίου τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς; πᾶς ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ.
  • 10. καὶ ἡμεῖς κύριον τὸν θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσιν τῷ κυρίῳ οἱ υἱοὶ Ααρων καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν·
  • 11. θυμιῶσιν τῷ κυρίῳ ὁλοκαυτώματα πρωὶ καὶ δείλης καὶ θυμίαμα συνθέσεως, καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λυχνοὶ τῆς καύσεως ἀνάψαι δείλης, ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς κυρίου τοῦ θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν.
  • 12. καὶ ἰδοὺ μεθ᾿ ἡμῶν ἐν ἀρχῇ κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ᾿ ὑμᾶς. οἱ υἱοὶ τοῦ Ισραηλ, πολεμήσετε πρὸς κύριον θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδωθήσεται ὑμῖν. --
  • 13. καὶ Ιεροβοαμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλθεῖν αὐτῶν ἐκ τῶν ὄπισθεν· καὶ ἐγένετο ἔμπροσθεν Ιουδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν.
  • 14. καὶ ἀπέστρεψεν Ιουδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν.
  • 15. καὶ ἐβόησαν ἄνδρες Ιουδα, καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ιουδα καὶ κύριος ἐπάταξεν τὸν Ιεροβοαμ καὶ τὸν Ισραηλ ἐναντίον Αβια καὶ Ιουδα.
  • 16. καὶ ἔφυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα, καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας αὐτῶν.
  • 17. καὶ ἐπάταξεν ἐν αὐτοῖς Αβια καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ Ισραηλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί.
  • 18. καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ιουδα, ὅτι ἤλπισαν ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν.
  • 19. καὶ κατεδίωξεν Αβια ὀπίσω Ιεροβοαμ καὶ προκατελάβετο παρ᾿ αὐτοῦ πόλεις, τὴν Βαιθηλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ισανα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Εφρων καὶ τὰς κώμας αὐτῆς.
  • 20. καὶ οὐκ ἔσχεν ἰσχὺν Ιεροβοαμ ἔτι πάσας τὰς ἡμέρας Αβια, καὶ ἐπάταξεν αὐτὸν κύριος, καὶ ἐτελεύτησεν.
  • 21. Καὶ κατίσχυσεν Αβια καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δέκα τέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἴκοσι δύο καὶ θυγατέρας δέκα ἕξ.
  • 22. καὶ οἱ λοιποὶ λόγοι Αβια καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Αδδω.
أعلى